Feeds:
Δημοσιεύσεις
Σχόλια

Archive for the ‘Ακολουθίες και προσευχές / Services and prayers’ Category

Χριστός Ανέστη εκ νεκρών,
θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασιν,
ζωήν χαρισάμενος

Ανάστασιν Χριστού θεασάμενοι,
προσκυνήσομεν Άγιον, Κύριον,
Ιησούν
τον μόνον αναμάρτητον.
Τον Σταυρόν Σου Χριστέ προσκυνούμεν
και την Αγίαν σου Ανάστασην
υμνούμεν και δοξάζωμεν
Συ γαρ ει ο Θεός ημών,
εκτός Σου άλλον ουκ οίδαμεν,
το όνομά Σου ονομάζομεν.
Δεύτε, πάντες οι πιστοί, προσκυνήσωμεν
την του Χριστού Αγίαν Ανάστασην.
Ιδού γαρ ήλθε δια του Σταυρού
χαρά εν όλω τω κόσμω.
Δια παντός ευλογούντες τον Κύριον,
υμνούμεν την Ανάστασην Αυτού.
Σταυρόν γαρ υπομείνας δι’ ημάς,
θανάτω, θάνατον ώλεσεν.

Αναστάς ο Ιησούς από του τάφου καθώς προείπεν,
Έδωκεν ημίν την αιώνιον ζωήν και το μέγα έλεος

Read Full Post »

Χριστουγεννιάτικα κάλαντα

Καλήν ημέραν άρχοντες, αν είναι ορισμός σας, Χριστού την θείαν Γέννησιν να πω στ’ αρχοντικό σας. Χριστός γεννάται σήμερον εν Βηθλεέμ τη πόλει. Οι ουρανοί αγάλλονται χαίρει η κτήσις όλη. Εν τω σπηλαίω τίκτεται εν φάτνη των αλόγων ο Βασιλεύς των ουρανών και Ποιητής των όλων.

 

Κάλαντα Πρωτοχρονιάς

Αρχιμηνιά κι Αρχιχρονιά 
ψηλή μου δεντρολιβανιά 
κι αρχή καλός μας χρόνος 
εκκλησιά με τ’ άγιο θρόνος. 

Αρχή που βγήκε ο Χριστός 
άγιος και Πνευματικός, 
στη γη να περπατήσει 
και να μας καλοκαρδίσει. 

Αγιος Βασίλης έρχεται, 
και δεν μας καταδέχεται, 
από την Καισαρεία, 
συ’ σαι αρχόντισσα κυρία

Κάλαντα των Φώτων

Σήμερα τα φώτα κι ο φωτισμός
η χαρα μεγάλη κι ο αγιασμός.
Κάτω στον Ιορδάνη τον ποταμό
κάθετ’ η κυρά μας η Παναγιά.

‘Οργανo βαστάει, κερί κρατεί
και τον Αϊ-Γιάννη παρακαλεί.
‘Αϊ-Γιάννη αφέντη και βαπτιστή
βάπτισε κι εμένα Θεού παιδί.

Ν’ ανεβώ επάνω στον ουρανό
να μαζέψω ρόδα και λίβανο.
Καλημέρα, καλημέρα,
Καλή σου μέρα αφέντη με την κυρά.

Read Full Post »

Απολυτίκιο Χριστουγέννων

Η Γέννησή Σου Χριστέ ο Θεός ημών ανέτειλε τω κόσμω τω φως τω της γνώσεως εν αυτή γαρ οι τοις άστροις λατρεύοντες υπό αστέρος εδιδάσκοντο Σε προσκυνείν τον Ήλιον της δικαιοσύνης και Σε γιγνώσκειν εξ ύψους ανατολήν Κύριε δόξα Σοι.

Κοντάκιο

Η Παρθένος σήμερον τον υπερούσιον τίκτει και η γη το σπήλαιον τω απροσίτω προσάγει, αγγελοι μετά ποιμένων Δοξολογούσι, Μάγοι δε μετά αστέρος οδοιπορούσιν δι’ ημάς γαρ εγεννήθη παιδίον νέον, ο προ αιώνων Θεός.

Read Full Post »

ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ Α΄

Του λίθου σφραγισθέντος υπό των Ιουδαίων, και στρατιωτών φυλασσόντων το άχραντον σου σώμα, ανέστης τριήμερος Σωτήρ, δωρούμενος τω κοσμώ την ζωήν. Δια τούτο αι δυνάμεις των ουρανών εβόων σοι ζωοδότα. Δόξα τη αναστάσει σου Χριστέ, δόξα τη βασιλεία σου, δόξα τη οικονομία σου, μόνε φιλάνθρωπε.

ΘΕΟΤΟΚΙΟΝ
Του Γαβριήλ φθεγξαμένου σοι Παρθένε το Χαίρε, συν τη φωνή εσαρκούτο ο των όλων Δεσπότης, εν σοι τη αγία κιβωτώ, ως έφη ο δίκαιος Δαυϊδ, εδείχθης πλατυτέρα των ουρανών, βαστάσασα τον Κτίστην σου. Δόξα τω ενοικήσαντι εν σοι, δόξα τω προελθόντι εκ σου, δόξα τω ελευθερώσαντι ημάς δια του τόκου σου.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ Β΄

Ότε κατήλθες προς τον θάνατον, η ζωή η αθάνατος, τότε τον άδην ενέκρωσας, τη αστραπή της θεότητος, ότε δε και τους τεθνεώτας, εκ των καταχθόνιων ανέστησας, πάσαι αι δυνάμεις των επουρανίων εκραύγαζον Ζωοδότα Χριστέ, ο Θεός ημών, δόξα σοι.

ΘΕΟΤΟΚΙΟΝ

Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σα Θεοτόκε μυστήρια, τη αγνεία εσφραγισμένη, και παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε σωθήναι τας ψυχάς ημών.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ Γ΄

Ευφραινέσθω τα ουράνια, αγαλλιάσθω τα επίγεια, ότι εποίησε κράτος, εν βραχίονι αυτού, ο Κύριος, επάτησε τω θανάτω τον θάνατον πρωτότοκος των νεκρών εγένετο, εκ κοιλίας άδου ερρύσατο ημάς, και παρέσχε τω κόσμω το μέγα έλεος.

ΘΕΟΤΟΚΙΟΝ

Σε την μεσιτεύσασαν την σωτηρίαν του γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε, εν τη σαρκί γαρ τη εκ σου προσληφθείση, ο Υιός σου και Θεός ημών το δια Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως φιλάνθρωπος.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ Δ΄

Το φαιδρόν της αναστάσεως κήρυγμα, εκ του αγγέλου μαθούσαι αι του Κυρίου μαθήτριαι, και την προγονικήν απόφασιν απορρίψασαι, τοις αποστόλοις καυχώμεναι έλεγον, εσκύλευται ο θάνατος, ηγέρθη Χριστός ο Θεός, δωρούμενος τω κόσμω το μέγα έλεος.

ΘΕΟΤΟΚΙΟΝ

Το απ’ αιώνος απόκρυφον, και Αγγέλοις άγνωστον μυστήριον, δια σου Θεοτόκε τοις επί γης πεφανέρωται, Θεός εν ασυγχύτω ενώσει σαρκούμενος, και Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος, δι’ ου αναστήσας τον πρωτόπλαστον, έσωσεν εκ θανάτου τας ψυχάς ημών.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ ΠΛ. Α΄

Τον συνάναρχον Λόγον Πατρί και Πνεύματι, τον εκ παρθένου τεχθέντα εις σωτηρίαν ημών, ανυμνήσωμεν πιστοί και προσκυνήσωμεν ότι ηυδόκησε σαρκί, ανελθείν εν τω Σταυρώ, και θάνατον υπομείναι, και εγείραι τους τεθνεώτας, εν τη ενδόξω αναστάσει αυτού.

ΘΕΟΤΟΚΙΟΝ

Χαίρε πύλη Κυρίου η αδιόδευτος, χαίρε τείχος και σκέπη των προστρεχόντων εις σε, χαίρε αχείμαστε λιμήν και Απειρόγαμε, η τεκούσα εν σαρκί τον Ποιητήν σου και Θεόν, πρεσβεύουσα μη ελλείπης, υπέρ των ανυμνούντων, και προσκυνούντων τον Τόκον σου.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ ΠΛ. Β΄

Αγγελικαί δυνάμεις επί το μνήμα σου, και οι φυλάσσοντες, απενεκρώθησαν και ίστατο Μαρία εν τω τάφω, ζητούσα το άχραντον σου σώμα. Εσκύλευσας τον άδην, μη πειρασθείς υπ’ αυτού, υπήντησας τη παρθένω, δωρούμενος την ζωήν. Ό αναστάς εκ των νεκρών, Κύριε δόξα σοι.

ΘΕΟΤΟΚΙΟΝ

Ο την ευλογημένην καλέσας σου Μητέρα ήλθες επί το πάθος εκουσία βουλή, λάμψας εν τω Σταυρώ, αναζητήσαι θέλων τον Αδάμ, λέγων τοις Αγγέλοις. Συγχάρητέ μοι, ότι ευρέθη η απολομένη δραχμή, ο πάντα σοφώς οικονομήσας, δόξα σοι.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ ΒΑΡΥΣ

Κατέλυσας τω Σταυρώ σου τον θάνατον ηνέωξας τω ληστή τον παράδεισον, των μυροφόρων τον θρήνον μετέβαλες, και τοις σοις αποστόλοις κηρύττειν επέταξας, ότι ανέστης Χριστέ ο Θεός, παρέχων τω κόσμω το μέγα έλεος.

ΘΕΟΤΟΚΙΟΝ

Ως της ημών Αναστάσεως θησαύρισμα, τους επί σοι πεποιθότας Πανύμητε, εκ λάκκου και βυθού πταισμάτων ανάγαγε, συ γαρ τους υπευθύνους τη αμαρτία, έσωσας τεκούσα την σωτηρίαν, η προ τόκου Παρθένος, και εν τόκω Παρθένος, και μετά τόκον πάλιν ούσα Παρθένος.

ΑΠΟΛΥΤΙΚΙΟΝ ΗΧΟΣ ΠΛ. Δ΄

Εξ ύψους κατήλθες ο εύσπλαγχνος, ταφήν κατεδέξω τριήμερον, ίνα ημάς ελευθέρωσης των παθών. Η ζωή και η ανάστασις ημών, Κύριε δόξα σοι.

ΘΕΟΤΟΚΙΟΝ

Ο δι’ ημάς γεννηθείς εκ Παρθένου, και σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τον θάνατον σκυλεύσας, και Έγερσιν δείξας ως Θεός, μη παρίδης ους έπλασας τη χειρί σου, δείξον την φιλανθρωπίαν σου ελεήμον, δέξαι την τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν υπέρ ημών και σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

Read Full Post »

Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμενον άγιον Κύριον, Ιησούν τόν μόνον αναμάρτητον. Τόν σταυρόν σου, Χριστέ, προσκυνούμεν, και τήν αγίαν σου ανάστασιν υμνούμεν και δοξάζομεν· συ γαρ ει Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν τήν του Χριστού αγίαν ανάστασιν· ιδού γαρ ήλθε διά του σταυρού, χαρά εν όλω τω κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν ανάστασιν αυτού. Σταυρόν γαρ υπομείνας δι ημάς, θανάτω θάνατον ώλεσεν (τρις).
     

 Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοις εν τοις μνήμασι ζωήν χαρισάμενος (τρίς).
     

Προλαβούσαι τόν όρθρον αι περί Μαριάμ, και ευρούσαι τόν λίθον αποκυλισθέντα του μνήματος, ήκουον εκ του αγγέλου· Τόν εν φωτί αϊδίω υπάρχοντα, μετά νεκρών τί ζητείτε ως άνθρωπον; βλέπετε τα εντάφια σπάργανα· δράμετε και τω κόσμω κηρύξατε, ως ηγέρθη ο Κύριος θανατώσας τόν θάνατον· ότι υπάρχει Θεού Υιός, του σώζοντος το γένος των ανθρώπων.
    

 Ει και εν τάφω κατήλθες, Αθάνατε, αλλά του Άδου καθείλες τήν δύναμιν· και ανέστης ως νικητής, Χριστέ ο Θεός γυναιξί μυροφόροις φθεγξαμένος· Χαίρετε· και τοις σοις αποστόλοις ειρήνην δωρούμενος, ο τοις πεσούσι παρέχων ανάστασιν.
    

Εν τάφω σωματικώς, εν άδου Δε μετά ψυχής, ως Θεός, εν παραδείσω δε μετά ληστού, και εν θρόνω υπήρχες, Χριστέ, μετά Πατρός και Πνεύματος, πάντα πληρών ο απερίγραπτος.
    

 Δόξα Πατρί και Υϊώ και Αγίω Πνεύματι
   

  Ως ζωηφόρος , ως παραδείσου ωραιότερος, όντως και παστάδος πάσης βασιλικής αναδέδεικται λαμπρότερος, Χριστέ, ο τάφος σου, η πηγή της ημών αναστάσεως.
    

Καί νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.
    

Το του Υφίστου ηγιασμένον θείον σκήνωμα, χαίρε· δια σου γαρ δέδοται η χαρά, Θεοτόκε, τοις κραυγάζουσιν·Ευλογημένη συ, εν γυναιξίν υπάρχεις, πανάμωμε Δέσποινα.
    

Κύριε ελέησον (40 φορές)
    

Δόξα Πατρί … Και νυν
    

Τήν τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των σεραφίμ, τήν αδιαφθόρως Θεόμ Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σε μεγαλύνομεν.
    

Δι ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.

Ευχή του Μεγ. Βασιλείου

     Ευλογητός ει, Δέσποτα παντοκράτωρ, ο φωτίσας τήν ημέραν τω φωτί τω ηλιακώ και τήν νύκτα φαιδρύνας ταις αυγαίς του πυρός· ο το μήκος της ημέρας διελθείν ημάς καταξιώσας και προσεγγίσαι ταις αρχαίς της νυκτός. Επάκουσον της δεήσεως ημών και παντός του λαού σου· και πάσιν ημίν συγχωρήσας τα εκούσια και τα ακούσια αμαρτήματα, πρόσδεξαι τας εσπερινάς ημών ικεσίας και κατάπεμψον το πλήθος του ελέους και των οικτιρμών σου επί τήν κληρονομίαν σου. Τείχισον ημάς αγιοίς αγγέλοις σου. Όπλισον ημάς όπλοις δικαιοσύνης σου. Περιχαράκωσον ημάς τή αληθεία σου. Φρούρησον ημάς τή δυνάμει σου. Ρύσαι ημάς εκ πάσης περιστάσεως και πάσης επιβουλής του αντικειμένου. Παράσχου δε ημίν και τήν παρούσαν εσπέραν, συν τή επερχομένη νυκτί, τελείαν, αγίαν, ειρηνικήν, αναμάρτητον, ασκανδάλιστον, αφάνταστον, και πάσας τας ημέρας της ζωής ημών· πρεσβείαις της αγίας Θεοτόκου και πάντων των αγίων των απ’ αιώνός σοι ευαρεστησάντων· Αμήν.
    

Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος
    

Αναστάς ο Ιησούς από του τάφου, καθώς προείπεν, έδωκεν ημίν την αιώνιον ζωήν και μέγα έλεος.

 

 

Read Full Post »

Κοιμήσεως της Θεοτόκου (15 Αυγούστου)

’Ηχος Α’

Εν τη Γεννήσει, την παρθενία εφύλαξας, εν τη Κοιμήσει τον κόσμον ου κατέλιπες Θεοτόκε. μετέστης προς την ζωήν, Μήτηρ υπάρχουσα της ζωής, και ταις πρεσβείες ταις σαις λυτρουμένη, εκ θανάτου τας ψυχάς ημών.

 

Του Αγίου Πολυδώρου (3 Σεπτεμβρίου)

’Ηχος Γ’

Μέγα καύχημα της Λευκωσίας, μέγα στήριγμα πόλεις Εφέσου, μέγα κλέος τε των δύο πόλεων της μεν γαρ γόνος σεπτός εχρημάτισας, την δε τα σα επορφύρωσαν αίματα. Αλλά πρεύσβευε Χριστώ τω Θεώ άγιε Πολύδωρε, ίνα ρυσθώμεν κινδύνων και θλίψεων.

 

Απολυτίκιον του Γενεθλίου της Θεοτόκου. (8 Σεπτεμβρίου)

’Ηχος δ’.

Η Γέννησίς σου, θεοτόκε, χαράν εμήνυσε πάση τη οικουμένη εκ σου γαρ ανέτειλεν ο ’Ηλιος της δικαιοσύνης, χριστός ο θεός ημών. Και λύσας την κατάραν, έδωκε την ευλογίαν. Και καταργήσας τον θάνατον, εδωρήσατο ημίν ζωήν την αιώνιον.

 

 

Της υψώσεως του Τιμίου Σταυρού (14 Σεπτεμβρίου)

’Ηχος α’

Σώσον Κύριε τον λαόν σου και ευλόγησον την Κληρονομίαν σου, νίκας τοις βασιλεύσι κατά βαρβάρων δωρούμενος, και το σον φυλάττων δια του Σταυρού σου πολίτευμα.

 

Της συλλήψεως του Βαπτιστού Ιωάννου (23 Σεπτεμβρίου)

’Ηχος δ’

Η πρώην ου τίκτουσα στείρα, ευφράνθητι, ιδού γαρ συνέλαβες ηλίου λύχνον, σαφώς φωτίζει τον μέλλοντα πάσαν την οικουμένην αβλεψίας νοσούσαν. Χόρευε, Ζαχαρία, εκβοών παρρησία, προφήτης του Υψίστου εστίν ο μέλλων τίκτεσθαι.

 

Του Αγίου Νεοφύτου του Εγκλείστου (28 Σεπτεμβρίου)

‘Ηχος α’

Των Λευκάρων τον γόνον, και της Κύπρου το καύχημα, και Μονής Εγκλείστρας το κλέος, θεοφόρον Νεόφυτον, τιμήσωμεν εν ύμνοις και ωδαίς, ως σκεύος ουρανίων αρετών, και ως πρέσβυν ημών μέγαν προς τον Θεόν, από ψυχής κραυγάζοντες. δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.

 

Του Αγίου Κυπριανού (2 Οκτωβρίου)

’Ηχος Δ’

Κατά τρόπων μέτοχος και θρόνων διάδοχος των Αποστόλων γενόμενος την πράξιν εύρες θεόπνευστε εις θεωρίας επίβασιν, δια τούτο τον λόγον της αληθείας ορθοτομών, και τη πίστει ενήλθησας μέχρις αίματος, ιερομάρτυς Κυπριανέ, συν τη Αγία Ιουστίνη την σύναθλον σου πρεσβεύσατε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.

 

Του Αγίου Θεοσεβίου (12 Οκτωβρίου)

’Ηχος Γ’

Θείον φρόνημα, έχων παμμάκαρ, εκ νεότητος, εν τη ψυχή σου, θεοφρόνως τω Θεώ ευηρέστησας. Και αρεταίς λαμπρυνθείς Θεοσέβιε, θαυμάτων χάριν θεόθεν απέλαβες. Πάτερ ’Οσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

 

Του Αποστόλου Λουκά (18 Οκτωβρίου)

’Ηχος Γ’

Απόστολε άγιε και Ευαγγελιστή Λουκά, πρέσβευε τω ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν παράσχη ταις ψυχαίς ημών.

 

Οσίου Χριστοδούλου (21 Οκτωβρίου και 16 Μαρτίου)

’Ηχος β’

Τοις των δακρύων σου όμβροις, πάτερ Χριστόδουλε,

των νοσημάτων εξαίρεις τον καύσων Άδιο σε

πιστώς ικετεύομεν, επερχομένων παντοίων κακών

ημάς λύτρωσαι, πρεσβεύων απαύστως υπέρ

πάντων ημών.

 

Αγίου Δημητρίου (26 Οκτωβρίου)

(’Ηχος Γ’)

Μέγα εύρατο εν τοις κινδύνοις σε υπέρμαχον η οικουμένη.

Αθλοφόρε, τα έθνη τροπούμενον. Ως συν Λυαίου, καθείλες την δύναμιν εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως, άγιε μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε δωρήσασθαι ημίν το μέγα έλεος.

 

Αγίου Γεωργίου (23 Απριλίου – 3 Νοεμβρίου)

(’Ηχος Δ’)

Ως των αιχμαλώτων ελευθερωτής Και των πτωχών υπερασπιστής,  Ασθενούντων ιατρός, Βασιλέων υπέρμαχος, Τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, Πρέσβευε Χριστώ το Θεώ Σωθήναι τας ψυχάς ημών.

 

Του Αρχαγγέλου Μιχαήλ (8 Νοεμβρίου)

(’Ηχος Δ’)

Των ουρανίων στρατιών Αρχιστράτηγοι, δυσωπούμεν υμάς ημείς οι ανάξιοι,

ίνα ταις υμών δεήσεσι τειχίσητε ημάς σκέπη των πτερύγων της αύλου υμών δόξης, Φρουρούντες ημάς προσπίπτοντας εκτενώς και βοώντας εκ των κινδύνων λυτρώσασθαι ημάς ως ταξιάρχαι των άνω Δυνάμεων.

 

Αγίου Νεκταρίου (9 Νοεμβρίου)

(’Ηχος Α’)

Συλληβρίας τον γόνον, και Αιγίνης τον ’Εφορον τον εσχάτοις χρόνοις φανέντα, αρετής φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί ως ένθεον θεράποντα Χριστού αναβλύζει γαρ ιάσεις παντοδαπάς, τοις ευλαβώς κραυγάζουσι, δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώντι, δόξα τω ενεργούντι δια σου πάσιν ιάματα.

 

Αγίου Αρσενίου του Καππαδόκου (10 Νοεμβρίου)

(’Ηχος Γ’). Θείας πίστεως.

Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, Ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ ’Οσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

 

Αγίου Νίκωνος του Μετανοείτε (26 Νοεμβρίου)

’Ηχος γ’. Θείας πίστεως.

Χαίρει έχουσα η Λακεδαίμων, θείαν λάρνακα, των σων λειψάνων, αναβρύουσαν πηγάς των ιάσεων, και διασώζουσα πάντας εκ θλίψεων, τους σοι προστρέχοντας πάτερ εκ πίστεως. Νίκων όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθε ημίν το μέγα έλεος.

 

Του Αποστόλου Ανδρέου (30 Νοεμβρίου)

(’Ηχος Δ’)

Ως των Αποστόλων πρωτόκλητος και του κορυφαίου Αυτάδελφος τω δεσπότη των όλων Ανδρέα ικέτευε ειρήνη τη οικουμένη δωρίσασθαι και ταις ψυχαίς ημών το μέγα έλεος.

 

Της Αγίας Βαρβάρας (4 Δεκεμβρίου)

(’Ηχος Δ’).

Βαρβάραν την αγίαν τιμήσωμεν. Εχθρούς γαρ τας παγίδας συνέτριψε και ως στρουθίον ερρύσθη εξ αυτών βοήθεια και όπλω του Σταυρού η Πάνσεμνος.

 

Του Αγίου Σάββα (5 Δεκεμβρίου)

(’Ηχος Πλ. Δ’)

Ταις των δακρύων σου ροαίς της ερήμου το άγονον εγεώργησας και τους εκ βάθος στεναγμούς. Εις εκατόν τους πόνους εκαρποφόρησας και γέγονας φωστήρ της οικουμένης λάμπων τοις θαύμασι Σάββα πατήρ ημών, όσιε πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.

 

Του Αγίου Νικολάου (6 Δεκεμβρίου)

(’Ηχος Δ’)

Κανόνα πίστεως και εικόνα πραότητας, εγκρατείας διδάσκαλον ανέδειξέ σε την ποιμνή σου. Η των πραγμάτων αλήθεια. Δια τούτο εκτήσω τη ταπεινώσει τα υψηλά, τη πτωχεία τα πλούσια. Πάτερ ιεράρχα Νικόλαε, πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.

 

Του Αγίου Σπυρίδωνος Τριμυθούντος (12 Δεκεμβρίου)

(’Ηχος Α’)

Της Συνόδου της πρώτης ανεδείχθης υπέρμαχος και θαυματουργός, Θεοφόρε Σπυρίδων πατήρ ημών, διο νεκτά συ εν τάφω προσφωνείς και όφιν εις χρυσούν μετέβαλες και εν τω μέλπειν τας αγίας σου ευχάς. Αγγέλους έσχες συλλειτουργούντας σοι, Ιερώτατε. Δόξα τω σε δοξάσαντι, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου πάσιν ιάματα.

 

Του Αγίου Ελευθερίου (15 Δεκεμβρίου)

(‘Ηχος πλ. α’)

Ιερέων ποδήρει κατακοσμούμενος, και ιαμάτων τοις ρείθροις επισταζόμενος, τω Δεσπότη σου Χριστώ μάκαρ ανέδραμες, Ελευθέριε σοφέ, καθαιρέτα του σατάν. Διό μη παύση πρεσβεύων, υπέρ των πίστει τιμώντων, την μακαρίαν σου άθλησιν.

 

Της Γεννήσεως του Χριστού

(’Ηχος Δ’)

Η γέννησις σου Χριστέ ο Θεός ημών, ανέτειλε τω κόσμω το φως το της γνώσεως εν αυτή γαρ οι τοις άστροις λατρεύοντες, υπό αστέρας εδιδάσκοντο, σε προσκυνείν τον ’Ηλιον της δικαιοσύνης και σε γιγνώσκειν εξ ύψους Ανατολήν, Κύριε δόξα σοι.

 

Της Περιτομής του Χριστού (1 Ιανουαρίου)

(’Ηχος Α’)

Μορφήν αναλλοίωτος ανθρώπινην προσέλαβες, Θεός ων κατ’ ουσίαν, πολυεύσπλαχνε Κύριε, και νόμον εκπλ’ηρων, περιτομήν θελήσει καταδέχει σαρκικήν, ίνα παύσης τα σκιώδη και περιέλθης το κάλυμμα των παθών ημών. Δόξα τη αγαθότητι τη ση δόξα την ευσπλαχνία σου, δόξα τη ανεκφράστω Λόγε συγκαταβάσει σου.

 

Του Αγίου Βασιλείου (1 Ιανουαρίου)

(’Ηχος Α’)

Εις πάσαν την γην εξήλθεν ο φθόγγος σου ως δεξαμένην τον λόγον σου δι’ ου θεοπρεπώς εδογμάτισες την φύσιν των όντων ετράνωσας, τα των ανθρώπων ήθη κατεκόσμησας. Βασίλειον ιεράτευμα, Πάτερ όσιε, πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.

 

Της βαπτίσεως του Χριστού (6 Ιανουαρίου)

(’Ηχος Α’)

 Εν Ιορδάνη βαπτιζομένου σου, Κύριε η της Τριάδος εφανερώθη προσκύνησις του γαρ Γεννήτορος η φωνή προσεμαρτύρει σοι, αγαπητόν σε Υιόν ονομάζουσα. Και το Πνεύμα εν είδει περιστεράς εβεβαίου του λόγου το ασφαλές. Ο επιφανείς Χριστέ ο Θεός και τον κόσμο φωτίσας, δόξα σοι.

 

 

Του Αγίου Θεοδοσίου του Κοινοβιάρχου (11 Ιανουαρίου)

(’Ηχος πλ. Δ’)

Ταις των δακρύων σου ροαίς, της ερήμου το άγονον εγεώργησας. Και τοις εκ βάθους στεναγμοίς, εις εκατόν τους πόνους εκαρποφόρησας. και γέγονας φωστήρ τη οικουμένη, λάμπων τοις θαύμασιν, ’Οσιε Θεοδόσιε πατήρ ημών. Πρεύσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.

 

Αγίου Ιωάννου του Καλυβίτου (15 Ιανουαρίου)

Του Οσίου (’Ηχος Δ’)

Εκ βρέφους τον Κύριον, επιποθήσας θερμώς, τον κόσμον κατέλιπες, και τα εν κόσμω τερπνά, και ήσησας άριστα. Επηξας την καλύβην, προ πυλών σων γονέων. ’Εθραυσας των δαιμόνων, τας ενέδρας παμμάκαρ. Διο σε Ιωάννη Χριστός αξίως εδόξασεν.

 

Προσκύνησις Αλύσεως Απ. Πέτρου (16 Ιανουαρίου)

(’Ηχος Δ’)

Την Ρώμην μη λιπών, προς ημάς επεδήμησας, δι ών εφόρεσας τιμίων αλύσεων, των Αποστόλων πρωτόθρονε. Ας εν πίστει προσκυνούντες δεόμεθα, ταις προς Θεόν πρεσβείαις σου, δώρησαι ημίν το μέγα έλεος.

 

 

Του Αγίου Αντωνίου (17 Ιανουαρίου)

(’Ηχος Δ’)

Τον ζηλωτήν Ηλίαν τοις τρόποις μιμούμενος, τω Βαπτιστή ευθείας ταις τρίβοις επόμενος. Πάτερ Αντώνιε, της ερήμου γέγονας οικιστής, και την οικουμένην εστήριξας ευχαίς σου. Διό πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.

 

Του Αγίου Νεοφύτου (24 Ιανουαρίου)

(’Ηχος Α’)

Των Λευκάρων το κλέος και Κυπρίων το καύχημα, μονής Εγκλείστρας πολιούχε, Θεοφόρε Πάτερ ημών Νεόφυτε, νηστεία, αγρυπνία, προσευχή και έγκλειστος εν άντρω καρτερών, θείαν χάριν εκομίσω, ην πιστοίς νυν παρέχει θήκη λειψάνων σου, Δόξα τω ταύτην βραβεύσαντι ημίν, δόξα τω σε δοξάσαντι δόξα τω χορηγούντι δια σου πάσιν ιάματα.

 

Του Ιωάννου του Χρυσοστόμου (27 Ιανουαρίου)

(’Ηχος πλ. Δ’).

Η Του στόματος σου πιρσός ταθάπελ εκλάψασα χάρις την οικουμένην φιλαργυρίας εναπέθετο το ύψος υμήν της ταπεινής υπέδιξας πάτερ Ιωάννη Χρυσόστομε πρέσβευε το λόγο Χριστό το Θεό σωθίνε τας ψυχάς ημών.

 

Των Τριών Ιεραρχών (30 Ιανουαρίου)

(’Ηχος Α’)

Τους τρεις μεγίστους φωστήρας της Τρισηλίου Θεότητος, τους την οικουμένην ακτίσι δογμάτων θείων πυρσεύσαντας, τους μελιρρύτους ποταμούς της σοφίας, τους την κτίσιν πάσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τον Μέγαν και τον Θεολόγον Γρηγόριον συν τω κλειστώ Ιωάννη τω την γλώτταν χρυσορρήμονι, πάντες οι των λόγων αυτών ερασταί συνελθόντες ύμνοις τιμήσωμεν, αυτοί γαρ τη Τριάδι υπέρ ημών αεί πρεσβεύσουσι.

 

Της Υπαπαντής του Χριστού (2 Φεβρουαρίου)

Χαίρε κεχαριτωμένη Θεοτόκε Παρθένε. Εκ σου γαρ ανέτειλεν ο ’Ηλιος της δικαιοσύνης, Χριστός ο Θεός φωτίζων τους εν σκότει. Ευφραίνου και συ Πρεσβύτα δίκαιε, δεξάμενος εν αγκάλαις τον Ελευθερωτήν των ψυχών ημών χαριζόμενον ημίν και την Ανάστασιν.

 

 

Της Ορθοδοξίας

(’Ηχος Β’).

Την άχραντον εικόνα σου προσκυνούμεν αγαθέ, Αιτούμενοι συγχώρεσιν των πταισμάτων ημών βουλήσει γαρ ηυδόκησας ανελθείν εν τω Σταυρώ ίνα ρύση ους έπλασες εκ της δουλείας του εχθρού όθεν ευχαρίστως βοώμεν χαράς επλήρωσας τα πάντα ο σωτήρ ημών ο παραγενόμενος εις το σώσαι τον κόσμον.

 

 

Του Αγίου Χαραλάμπους (10 Φεβρουαρίου)

(’Ηχος Δ’)

Ως στύλος ακλόνητος της εκκλησίας Χριστού και λύχνος αείφωτος της οικουμένης σοφέ, εδείχθης Χαράλαμπε. ’Ελαμψας εν τω κόσμω, δια του μαρτυρίου, έλυσας των ειδώλων την σκοτόμαιναν, μάκαρ. Διο εν παρρησία Χριστώ πρέσβευε σωθήναι ημάς.

 

Του Αγίου Μύρωνος (20 Μαρτίου)

(’Ηχος πλ. α’)

Ηρακλείου το άνθος το ευωδέστατον, ως ευσεβείας σε μύρον ύμνοις γεραίρομεν, νεομάρτυς του Χριστού Μύρων μακάριε. Συ γαρ νεότητος ακμήν υπερείδες ανδρικώς και ήθλησας στεροψ’υχως. Και νυν απαύστως δυσώπει, ελεηθήναι τας ψυχάς ημών.

 

Του Ευαγγελισμού της Θεοτόκου

’Ηχος δ’.

Σήμερον της σωτηρίας ημών το κεφάλαιον, και του απ’ αιώνος Μυστηρίου η φανέρωσις. Ο υιός του Θεού, Υιός της παρθένου γίνεται, και Γαβριήλ την χάριν ευαγγελίζεται. Διο και ημείς συν αυτώ τη Θεοτόκω βοήσωμεν . Χαίρε κεχαριτωμένη, ο Κύριος μετά σου.

 

 

Του Αγίου Λαζάρου

’Ηχος α’.

Την κοινήν ανάστασιν προ του σου πάθους πιστούμενος, εκ νεκρών ήγειρας τον Λάζαρον Χριστέ ο Θεός, όθεν και ημείς, ως οι Παίδες, τα της νίκης σύμβολα φέροντες, σοι τω νικητή του θανάτου βοώμεν. Ωσαννά εν τοις υψίστοις, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 

Των Βαίων

’Ηχος δ’

Συνταφέντες Σοι δια του βαπτίσματος Χριστέ ο Θεός ημών της Αθανάτου Ζωής ηξιώθημεν Την Ανάστασή Σου και Ανυμνούντες κράξωμεν Ωσαννά εν τοις Υψίστοις  Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 

Της Αγίας Τριάδος

Ευλογητός ει, Χριστέ ο Θεός ημών, ο πανσόφους τους Αλιείς αναδείξας, καταπέμψας αυτοίς το Πνεύμα το άγιον, και δι’ αυτών την οικουμένην σαγηνεύσας. Φιλάνθρωπε δόξα σοι.

 

Της Αγίας Κυριακής

Ως βρύσις πολύκρουνος παρθενομάρτυς Χριστού, κατήρδευσας πάνσοφε την Εκκλησίαν αυτού, και ήθλησας άριστα. έσωσας τους εν σκότει της ειδωλομανίας, αίγλητων σων θαυμάτων, Κυριακή αθλοφόρε. διό εν παρρησία Χριστώ πρέσβευε σωθήναι ημάς

Read Full Post »

 

 

 

 

Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης σκηλίδος, και σώσον αγαθέ τας ψυχάς ημών

Read Full Post »

Older Posts »